Πέμπτη 15 Σεπτεμβρίου 2016

Κεφ. 27



ΚΕΦΑΛΑΙΟ 27
ΓΕΝΕΣΙΣ
1 ΕΓΕΝΕΤΟ δὲ μετὰ τὸ γηράσαι τὸν ᾿Ισαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
1 Οταν εγήρασεν ο Ισαάκ και αδυνάτησαν πλέον οι οφθαλμοί του, εκάλεσε τον μεγαλύτερόν του υιόν, τον Ησαύ, και του είπε· “παιδί μου”· και εκείνος του απήντησεν· “ιδού εγώ, πάτερ μου”.

2 καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
2 “Εγώ έχω πλέον γηράσει και δεν γνωρίζω την ημέραν, κατά την οποίαν θα λάβη τέλος η ζωη μου.
3 νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν
3 Παρε λοιπόν τα κυνηγετικά σου σύνεργα, την φαρέτραν με τα βέλη και το τοξον, έβγα έξω εις την πεδιάδα και φέρε μου κάτι από το κυνήγιον.
4 καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
4 Μαγείρευσέ μου φαγητά, που μου αρέσουν, και φέρε μου να φάγω, δια να σε ευλογήσω με όλην μου την ψυχήν, πριν αποθάνω.
5 Ρεβέκκα δὲ ἤκουσε λαλοῦντος ᾿Ισαὰκ πρὸς ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ ῾Ησαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ·
5 Η Ρεβέκκα ήκουσε τους λόγους αυτούς, τους οποίους είπεν ο Ισαάκ προς τον υιόν του τον Ησαύ. Ο Ησαύ υπακούων στον πατέρα εξήλθεν εις την πεδιάδα, δια να κυνηγήση και φέρη εις αυτόν κυνήγιον.
6 Ρεβέκκα δὲ εἶπε πρὸς ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς ῾Ησαῦ τὸν ἀδελφόν σου λέγοντος·
6 Η Ρεβέκκα όμως είπε προς τον Ιακώβ, τον νεώτερον υιόν της· “Για πρόσεξε· ήκουσα τον πατέρα σου να ομιλή και να λέγη προς τον αδελφόν σου τον Ησαύ·
7 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
7 Φέρε μου κυνήγι και μαγείρεψέ μου φαγητά, δια να φάγω και να σου δώσω τας ευλογίας μου ενώπιον του Κυρίου, πριν αποθάνω.
8 νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι.
8 Τωρα λοιπόν, παιδί μου, άκουσέ με και κάμε ο,τι εγώ θα σε συμβουλεύσω.
9 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ,
9 Πηγαινε εις τα πρόβατα, πάρε και φέρε μου δύο ερίφια τρυφερά και καλοθρεμμένα και εγώ θα μαγειρεύσω από αυτά φαγητά, που αγαπά ο πατέρας σου.
10 καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
10 Αυτά θα τα προσφέρης στον πατέρα σου, δια να φάγη και να δώση εις σε τας ευλογίας του, πριν αποθάνη”.
11 εἶπε δὲ ᾿Ιακὼβ πρὸς Ρεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν ῾Ησαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
11 Είπε δε ο Ιακώβ προς την μητέρα του την Ρεβέκκαν· “ο Ησαύ ο αδελφός μου είναι δασύτριχος, ενώ εγώ είμαι λείος.
12 μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
12 Φοβούμαι, λοιπόν, μήπως με ψηλαφήση ο πατήρ μου, αναγνωρίση ότι είμαι ο Ιακώβ και με θεωρήση ως ασεβή και απατεώνα· οπότε υπάρχει φόβος να επισύρω εναντίον μου όχι την ευλογίαν του αλλά την κατάραν”.
13 εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι.
13 Απήντησε δε εις αυτόν η μητέρα του· “επάνω μου ας πέση η κατάρα σου αυτή, τέκνον μου· μόνον άκουσε αυτό, που σου είπα, και πήγαινε να μου φέρης τα ερίφια”.
14 πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.
14 Επήγεν ο Ιακώβ και έφερε τα ερίφια εις την μητέρα του, η οποία και εμαγείρευσεν από αυτά φαγητά, καθώς τα επροτιμούσε ο πατέρας του.
15 καὶ λαβοῦσα Ρεβέκκα τὴν στολὴν ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
15 Ελαβεν η Ρεβέκκα την στολήν του μεγαλυτέρου υιού της του Ησαύ, την καλήν, που ευρίσκετο στον οίκον της, ενέδυσε με αυτήν τον νεώτερον υιόν της τον Ιακώβ,
16 καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ
16 περιέβαλε με τα δέρματα των εριφίων τους βραχίονάς του και το γυμνόν μέρος του τραχήλου του
17 καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας ᾿Ιακὼβ τοῦ υἱοῦ αὐτῆς.
17 και έδωσε τα φαγητά και τους άρτους, που είχε κατασκευάσει, εις τα χέρια του παιδιού της, του Ιακώβ.
18 καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον;
18 Ο δε Ιακώβ προσέφερεν αυτά στον πατέρα του και του είπε· “πάτερ”. Εκείνος δε του απήντησε· “εδώ είμαι, ποιός είσαι, παιδί μου;”
19 καὶ εἶπεν ᾿Ιακὼβ τῷ πατρί· ἐγὼ ῾Ησαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
19 Και είπεν ο Ιακώβ προς τον πατέρα του· “εγώ είμαι, ο Ησαύ, ο υιός σου ο πρωτότοκος. Εκαμα, όπως μου είπες. Σηκω κάθισε και φάγε από το κυνήγι μου, δια να με ευλογήση η ψυχή σου”.
20 εἶπε δὲ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.
20 Ο Ισαάκ είπεν στο παιδί του· “πως συνέβη αυτό, ώστε τόσον σύντομα να εύρης το κυνήγι, παιδί μου;” Εκείνος απήντησεν· “ο Κυριος μου το παρέδωσε ενώπιόν μου”.
21 εἶπε δὲ ᾿Ισαὰκ τῷ ᾿Ιακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ ἢ οὔ.
21 Είπε δε ο Ισαάκ στον Ιακώβ· “έλα κοντά μου, παιδί μου, να σε ψηλαφήσω και να πεισθώ, εάν πράγματι συ είσαι ο υιός μου ο Ησαύ η όχι”.
22 ἤγγισε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ ᾿Ιακώβ, αἱ δὲ χεῖρες χεῖρες ῾Ησαῦ.
22 Επλησίασεν ο Ιακώβ προς τον πατέρα του τον Ισαάκ, ο οποίος τον εψηλάφησε και του είπε· “η μεν φωνή είναι φωνή του Ιακώβ, οι δε χείρες είναι χείρες του Ησαύ”.
23 καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν
23 Δεν ανεγνώρισε δε τον Ιακώβ, διότι αι χείρες αυτού, σκεπασμέναι με τα δέρματα, ήσαν δασείαι, όπως αι χείρες του αδελφού του Ησαύ. Ευλόγησεν αυτόν ο Ισαάκ
24 καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ; ὁ δὲ εἶπεν· ἐγώ.
24 και είπε· “συ λοιπόν είσαι ο υιός μου ο Ησαύ;” Εκείνος απήντησε· “ναι, εγώ είμαι”.
25 καὶ εἶπε· προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε.
25 Είπε τότε ο Ισαάκ· “παιδί μου, φέρε μου από το κυνήγι σου, δια να φάγω και να σε ευλογήσω με όλην μου την ψυχήν”. Ο Ιακώβ έφερεν στον πατέρα του και έφαγε· του έφερε επίσης οίνον και έπιε.
26 καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον.
26 Μετά το φαγητόν ο πατήρ του ο Ισαάκ είπεν εις αυτόν· “παιδί μου, έλα κοντά μου και φίλησέ με”.
27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.
27 Ο Ιακώβ επλησίασε και εφίλησε τον πατέρα του. Ο Ισαάκ ωσφράνθη την οσμήν των ενδυμάτων, που είχε φορέσει ο Ιακώβ, ευλόγησεν αυτόν και είπεν· “ιδού, αυτή είναι η οσμή του υιού μου, ωσάν οσμή αγρού γεμάτου χόρτα και άνθη, που τον ευλόγησεν ο Κυριος.
28 καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου.
28 Εύχομαι, παιδί μου, να σου δώση ο Θεός βροχήν από τον ουρανόν και ευφορίαν της γης, ώστε να έχης πλουσίαν την συγκομιδήν του σίτου και του οίνου.
29 καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.
29 Λαοί να σε υπηρετήσουν και άρχοντες να σε προσκυνήσουν· να γίνης κύριος του αδελφού σου, και θα σε προσκυνήσουν οι απόγονοι του πατρός σου. Εκείνος που θα σε καταρασθή να είναι κατηραμένος και εκείνος που θα σε ευλογή, να είναι ευλογημένος από τον Θεόν”.
30 Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι ᾿Ισαὰκ εὐλογοῦντα ᾿Ιακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ προσώπου ᾿Ισαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ῾Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.
30 Οταν έπαυσεν ο Ισαάκ να δίδη τας ευλογίας του στον υιόν του τον Ιακώβ και ο Ιακώβ ανεχώρησεν από την σκηνήν του πατρός του, ο Ησαύ, ο αδελφός του, επέστρεψεν από το κυνήγιόν του.
31 καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
31 Αμέσως δε παρεσκεύασε και αυτός φαγητά, τα προσέφερεν στον πατέρα του και του είπε· “ας σηκωθή ο πατέρας μου και ας φάγη φαγητά ετοιμασμένα από το Κυνήγιον του παιδιού του, δια να με ευλογήση με την ψυχήν του”.
32 καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος ῾Ησαῦ.
32 Ο πατήρ του ο Ισαάκ είπε προς αυτόν· “ποιός είσαι συ;” Εκείνος του απήντησεν· “εγώ είμαι το παιδί σου, το πρωτότοκο παιδί σου, ο Ησαύ”.
33 ἐξέστη δὲ ᾿Ισαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται.
33 Ο Ισαάκ εξεπλάγη πολύ, πάρα πολύ και είπε· “ποιός λοιπόν ήτο εκείνος, ο οποίος εβγήκεν εις κυνήγιον, μου έφερε και έφαγον από όλα, πριν συ έλθης, και τον ευλόγησα; Λοιπόν, αυτός θα είναι ο ευλογημένος”.
34 ἐγένετο δέ, ἡνίκα ἤκουσεν ῾Ησαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ, πάτερ.
34 Οταν ήκουσεν αυτά τα λόγια του πατρός του ο Ησαύ εκραύγασε με πολλήν πικρίαν και είπεν· “ευλόγησε, λοιπόν, και εμέ, πάτερ μου”.
35 εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.
35 Του είπεν ο Ισαάκ· “ήλθεν ο αδελφός σου κα επήρε δολίως την ευλογίαν σου”.
36 καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν ῾Ησαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;
36 Είπεν ο Ησαύ με αγανάκτησιν “επιτυχώς και πολύ ταιριαστά του εδόθη το όνομο Ιακώβ, διότι ιδού δευτέραν φοράν με υπεσκέλισε και με ηπάτησε. Την πρώτην φοράν επήρε τα πρωτοτόκιά μου και τώρα επήρε και την ευλογίαν μου”. Είπε δε προς τον πατέρα του τον Ισαάκ· “πάτερ μου, δεν έμεινε λοιπόν και δι' εμέ καμμία ευλογία;”
37 ἀποκριθεὶς δὲ ᾿Ισαὰκ εἶπε τῷ ῾Ησαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;
37 Απεκρίθη ο Ισαάκ και του είπε· “τον Ιακώβ, τον έκανα κύριόν σου και όλους τους αδελφούς του τους έκαμα υπηρετάς του. Τον ευχήθηκα να έχη πλούσια τα προϊόντα της γης, σίτον και οίνον. Τι λοιπόν να κάμω δια σε τώρα, παιδί μου;”
38 εἶπε δὲ ῾Ησαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ ᾿Ισαὰκ ἀνεβόησε φωνῇ ῾Ησαῦ καὶ ἔκλαυσεν.
38 Είπεν ο Ησαύ προς τον πατέρα του· “μήπως μία μόνον ευλογία υπάρχει εις σέ, πάτερ μου; Υπάρχουν ασφαλώς και άλλαι. Πατερ μου, ευλόγησε και εμένα”. Συνεκινήθη βαθύτατα ο Ισαάκ, διότι δεν ηδύνατο να κάμη τίποτε, ο δε Ησαύ εκραύγασε με μεγάλην φωνήν και έκλαυσε πικρά.
39 ἀποκριθεὶς δὲ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.
39 Απαντών τότε ο Ισαάκ στους θρήνους του παιδιού του, του είπε· “ιδού· ένα μέρος από την εύφορον γην και από την δρόσον του ουρανού θα είναι η κατοικία σου.
40 καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
40 Θα ζης με το σπαθί σου, αλλά θα είσαι δούλος στον αδελφόν σου. Θα έλθουν όμως περιστάσεις, κατά τας οποίας θα κατεβάσης από τον τράχηλόν σου και θα αποτινάξης τον ζυγόν”.
41 Καὶ ἐνεκότει ῾Ησαῦ τῷ ᾿Ιακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ ῾Ησαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω ᾿Ιακὼβ τὸν ἀδελφόν μου.
41 Ο Ησαύ από την ημέραν εκείνην και εντεύθεν εμνησικάκει και αγανακτούσε εναντίον του Ιακώβ δια την ευλογίαν, την οποίαν μετά δόλου επήρεν από τον πατέρα του. Είπε δε από μέσα του· “ας αποθάνη πρώτα ο πατέρας μου, ας έλθουν και ας περάσουν αι ημέραι του πένθους δια τον θάνατον του πατρός μου, και τότε εγώ θα φονεύσω τον αδελφόν μου τον Ιακώβ”.
42 ἀπηγγέλη δὲ Ρεβέκκᾳ τὰ ρήματα ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ· ἰδοὺ ῾Ησαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε·
42 Τα λόγια όμως αυτά του Ησαύ, του πρεσβυτέρου υιού, επληροφορήθη η Ρεβέκκα. Εστειλε άνθρωπον, εκάλεσε κοντά της τον νεώτερον υιόν της Ιακώβ και του είπε· “ιδού, ο αδελφός σου ο Ησαύ απειλεί να σε φονεύση.
43 νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν.
43 Τωρα λοιπόν, παιδί μου, άκουσε προσεκτικά τα λόγια μου. Σηκω και φεύγα μυστικά και πήγαινε εις την Χαρράν της Μεσοποταμίας προς τον αδελφόν μου τον Λαβαν.
44 καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινάς,
44 Και μείνε μαζή του επί ολίγον χρόνον,
45 ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ. καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
45 μέχρις ότου διαλυθή ο θαμύς και η οργή, που ο αδελφός σου έχει εναντίον σου, και λησμονήση αυτά, που του έκαμες. Εγώ θα στείλω προς σε άνθρωπον και θα σε καλέσω να επιστρέψης πάλιν από εκεί. Να φύγης τώρα, παιδί μου, δια να μη χάσω εις μίαν ημέραν και τα δυο μου παιδιά, τον ένα που θα πέση νεκρός και τον άλλον που θα γίνη φονηάς”.
46 Εἶπε δὲ Ρεβέκκα πρὸς ᾿Ισαάκ· προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται ᾿Ιακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;
46 Δια να πείση δε η Ρεβέκκα τον Ισαάκ και αφήση τον Ιακώβ να αναχωρήση εις Χαρράν του είπε· “Εβαρέθηκα την ζώην μου εξ αιτίας των Χετταίων γυναικών, τας οποίας έχει λάβει συζύγους ο Ησαύ. Δεν θέλω, λοιπόν, να λάβη σύζυγον ο Ιακώβ γυναίκα από τας θυγατέρας της χώρας αυτής, διότι εάν λάβη από αυτάς τι θέλω να ζω; Καλύτερα να πεθάνω”.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου