Παρασκευή 16 Σεπτεμβρίου 2016

Κεφ. 6. ΕΞ.


ΚΕΦΑΛΑΙΟ 6
ΕΞΟΔΟΣ
1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.
1 Είπε τότε ο Κυριος προς τον Μωϋσήν· “τώρα θα ίδης, πόσα εγώ θα κάμω εναντίον του Φαραώ. Διότι τιμωρούμενος από την παντοδύναμον δεξιάν μου θα αναγκασθή να αφήση ελευθέρους τους Ισραηλίτας και εξουθενωμένος από την μεγαλοπρεπή δύναμίν μου ο ίδιος θα τους συστήση να φύγουν, όσον το δυνατόν συντομώτερον από την χώραν του” !

2 ᾿Ελάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν καὶ εἶπε πρὸς αὐτόν· ἐγὼ Κύριος·
2 Ωμίλησεν ακόμη ο Θεός προς τον Μωϋσήν και του είπεν· “εγώ είμαι ο Κυριος.
3 καὶ ὤφθην πρὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς·
3 Ενεφανίσθην στον Αβραάμ και τον Ισαάκ και τον Ιακώβ, ως ο Θεός των ο παντοδύναμος. Αλλά το όνομά μου Κυριος δεν το εγνωστοποίησα εις αυτούς.
4 καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς.
4 Εκαμα επίσημον συμφωνίαν με αυτούς και τους έδωσα την υπόσχεσιν, ότι θα τους δώσω την χώραν των Χαναναίων, την χώραν εις την οποίαν έζησαν ως προσωρινοί και πάροικοι.
5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν ᾿Ισραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν.
5 Εγώ ήκουσα τον στεναγμόν των Ισραηλιτών, τον οποίον οι Αιγύπτιοι προκαλούν εις αυτούς με την σκληράν δουλείαν, εις την οποίαν τους υποβάλλουν. Ενεθυμήθην την υπόσχεσίν μου προς σας.
6 βάδιζε, εἰπὸν τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· ἐγὼ Κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ρύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ
6 Πηγαινε λοιπόν και ειπέ στους Ισραηλίτας· Εγώ είμαι ο Κυριος και εγώ θα σας βγάλω από την τυραννίαν των Αιγυπτίων, θα σας απολυτρώσω από την δουλείαν, και θα σας ελευθερώσω με την μεγαλοπρεπή δύναμίν μου και με την σκληράν τιμωρίαν που θα αποστείλω κατά των Αιγυπτίων.
7 καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν Θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων,
7 Σας θα εκλέξω και θα σας έχω ως ιδιαίτερον λαόν μου· θα είμαι ο Θεός σας και θα μάθετε, ότι εγώ είμαι Κυριος ο Θεός σας, ο οποίος σας έβγαλα από την καταπίεσιν των Αιγυπτίων.
8 καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος.
8 Θα σας οδηγήσω και θα σας εγκαταστήσω εις την χώραν, την οποίαν ωρκίσθην με υψωμένην την χείρα να δώσω στον Αβραάμ, στον Ισαάκ και στον Ιακώβ. Αυτήν λοιπόν την χώραν θα την δώσω προς σας ως κληρονομίαν. Εγώ είμαι ο Κυριος, ο οποίος εκπληρώνω πάντοτε όσα υπόσχομαι”.
9 ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.
9 Οπως ο Θεός διέταξεν, έτσι ωμίλησεν ο Μωϋσής στους Ισραηλίτας. Εκείνοι όμως δεν υπήκουσαν στον Μωϋσήν ένεκα της αποκαρδιώσεως, εις την οποίαν είχαν καταντήσει από τα σκληρά έργα. Είχαν χάσει το ηθικόν των.
10 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων·
10 Ο Κυριος είπεν στον Μωυσήν·
11 εἴσελθε, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ τῆς γῆς αὐτοῦ.
11 “πήγαινε εις τα ανάκτορα και ειπέ στον Φαραώ, τον βασιλέα της Αιγύπτου, να αφήση ελευθέρους τους Ισραηλίτας, δια να εξέλθουν από την χώραν του”.
12 ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων· ἰδοὺ οἱ υἱοὶ ᾿Ισραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.
12 Ο Μωϋσής απήντησε προς τον Κυριον και του είπεν· “ιδού, οι ίδιοι οι Ισραηλίται δεν υπήκουσαν εις τα λόγια μου, και θα υπακούση εις εμέ ο Φαραώ; Αλλωστε εγώ δεν έχω και την ικανότητα του λόγου”.
13 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου.
13 Είπε τότε ο Κυριος στον Μωϋσήν και στον Ααρών και τους διέταξε να ομιλήσουν προς τον Φαραώ τον βασιλέα Αιγύπτου, να αφήση ελευθέρους τους Ισραηλίτας, δια να αναχωρήσουν από την Αίγυπτον.
14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ρουβήν.
14 Οι αρχηγοί δε των ισραηλιτικών οικογενειών κατά τας φυλάς αυτών ήσαν· Υιοί του Ρουβήν του πρωτοτόκου Ιακώβ ήσαν ο Ενώχ, ο Φαλλούς, ο Ασρών και ο Χαρμεί. Αυταί ήσαν αι οικογένειαι του Ρουβήν.
15 καὶ υἱοὶ Συμεών· ᾿Ιεμουὴλ καὶ ᾿Ιαμεὶν καὶ ᾿Αὼδ καὶ ᾿Ιαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών.
15 Υιοί του Συμεών ήσαν· ο Ιεμουήλ, ο Ιαμείν, ο Αώδ, ο Ιαχείν, ο Σαάρ και ο Σαούλ ο γεννηθείς από Φοίνισσαν γυναίκα. Αυταί ήσαν αι πατριαρχικαί οικογένειαι των υιών του Συμεών.
16 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. Γεδσών, Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακονταεπτά.
16 Αυτά δε είναι τα ονόματα των υιών του Λευί κατά τας μεγάλας οικογενείας των· Γεδσών, Καάθ, και Μεραρεί· έζησε δε ο Λευί εκατόν τριάκοντα επτά έτη.
17 καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν.
17 Οι υιοί του Γεδσών ήσαν· ο Λοβενεί και Σεμεεί, αρχηγός ο καθένας και γενάρχης πατριαρχικής οικογενείας.
18 καὶ υἱοὶ Καάθ· ᾿Αμβρὰμ καὶ ᾿Ισαάρ, Χεβρὼν καὶ ᾿Οζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριακοντατρία ἔτη.
18 Οι υιοί του Καάθ ήσαν ο Αμβράμ, ο Ισσαάρ, ο Χεβρών και ο Οζειήλ. Εζησε δε ο Καάθ εκατόν τριάκοντα τρία έτη.
19 καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ ῾Ομουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν.
19 Υιοί του Μεραρεί ήσαν· ο Μοολεί και ο Ομουσεί. Αυταί ήσαν αι μεγάλαι οικογένειαι της φυλής Λευϊ κατά τας συγγενείας αυτών.
20 καὶ ἔλαβεν ᾿Αμβρὰμ τὴν ᾿Ιωχαβὲδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε ᾿Ααρὼν καὶ τὸν Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς ᾿Αμβρὰμ ἑκατὸν τριακονταδύο ἔτη.
20 Ο Αμβράμ έλαβεν ως σύζυγον την Ιωχαβέδ, θυγατέρα του αδελφού του πατρός του, και απέκτησεν υιόν τον Ααρών, τον Μωϋσήν και την αδελφήν αυτών Μαριάμ. Εζησε δε ο Αμβράμ εκατόν τριάκοντα δύο έτη.
21 καὶ υἱοὶ ᾿Ισσαάρ· Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρεί.
21 Υιοί του Ισσαάρ ήσαν· ο Κορέ, ο Ναφέκ και ο Ζεχρεί.
22 καὶ υἱοὶ ᾿Οζειήλ· Μισαὴλ καὶ ᾿Ελισαφὰν καὶ Σεγρεί.
22 Υιοί του Οζειήλ ήσαν· ο Μισαήλ, ο Ελισαφάν και ο Σεγρεί.
23 ἔλαβε δὲ ᾿Ααρὼν τὴν ᾿Ελισαβὲθ θυγατέρα ᾿Αμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ τὸν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ.
23 Ο Ααρών έλαβεν ως σύζυγον την Ελισαβέθ, θυγατέρα του Αμειναδάβ και αδελφήν του Ναασσών. Απέκτησε δε από αυτήν υιούς τον Ναδάδ, τον Αβιούδ, τον Ελεάζαρ και τον Ιθάμαρ.
24 υἱοὶ δὲ Κορέ· ᾿Ασεὶρ καὶ ῾Ελκανὰ καὶ ᾿Αβιάσαφ· αὗται αἱ γενέσεις Κορέ.
24 Υιοί του Κορέ ήσαν· ο Ασείρ, ο Ελκανά και ο Αβιάσαφ. Αυτοί ήσαν οι απόγονοι του Κορέ.
25 καὶ ᾿Ελεάζαρ ὁ τοῦ ᾿Ααρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν.
25 Ο Ελεάζαρ, ο υιός του Ααρών επήρεν ως σύζυγον μίαν από τας θυγατέρας του Φουτιήλ και απέκτησεν από αυτήν υιόν, τον Φινεές. Αυταί είναι αι αρχαί των μεγάλων λευϊτικών οικογενειών κατά τας γενέσεις αυτών.
26 οὗτος ᾿Ααρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν·
26 Αυτός είναι ο Ααρών και ο Μωϋσής, στους οποίους είπεν ο Θεός να βγάλουν τον ισραηλιτικόν λαόν, με τον στρατόν αυτού, από την χώραν της Αιγύπτου.
27 οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου· αὐτὸς ᾿Ααρὼν καὶ Μωυσῆς.
27 Αυτοί ήσαν εκείνοι, οι οποίοι ωμίλησαν προς τον Φαραώ βασιλέα της Αιγύπτου και έβγαλαν τον ισραηλιτικόν λαόν από την Αίγυπτον. Αυτός ήτο ο Ααρών και ο Μωϋσής.
28 ῟ῌ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ,
28 Κατά την ημέραν, κατά την οποίαν ο Κυριος ωμίλησεν στον Μωϋσήν εις την Αίγυπτον,
29 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ.
29 του είπεν· “εγώ είμαι ο Κυριος. Εγώ σου δίδω εντολήν· ανακοίνωσε στον Φαραώ βασιλέα της Αιγύπτου, όσα εγώ θα σου λέγω”.
30 καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου· ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;

30 Ο Μωϋσής είπεν ενώπιον του Κυρίου· “ιδού εγώ έχω αδύνατον την φωνήν και πως θα δώση προσοχήν εις εμέ και θα με ακούση ο Φαραώ;”


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου