Πέμπτη 15 Σεπτεμβρίου 2016

Κεφ. 36



ΚΕΦΑΛΑΙΟ 36
ΓΕΝΕΣΙΣ
1 ΑΥΤΑΙ δὲ αἱ γενέσεις ῾Ησαῦ (αὐτός ἐστιν ᾿Εδώμ)·
1 Αι απόγονοι δε του Ησαύ, ο οποίος λέγεται και Εδώμ, γενάρχης των Ιδουμαίων, είναι οι εξής·

2 ῾Ησαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν ᾿Αδὰ θυγατέρα Αἰλὼμ τοῦ Χετταίου καὶ τοῦ ᾿Ολιβεμὰ θυγατέρα ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου
2 Ο Ησαύ επήρεν ως συζύγους από τας θυγατέρας των Χαναναίων την Αδά, κόρην Αιλώμ του Χετταίου, και την Ολιβεμά, κόρην του Ανά, υιού Σεβεγών του Ευαίου,
3 καὶ τὴν Βασεμὰθ θυγατέρα ᾿Ισμαὴλ ἀδελφὴν Ναβεώθ.
3 και την Βασεμάθ, θυγατέρα του Ισμαήλ και αδελφήν του Ναβαιώθ.
4 ἔτεκε δὲ αὐτῷ ᾿Αδὰ τὸν ῾Ελιφάς, καὶ Βασεμὰθ ἔτεκε τὸν Ραγουήλ,
4 Απέκτησε δε ο Ησαύ από την Αδά υιόν τον Ελιφάς, και από την Βασεμάθ τον Ραγουήλ,
5 καὶ ᾿Ολιβεμὰ ἔτεκε τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ ῾Ησαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν.
5 από δε την Ολιβεμά απέκτησε τον Ιεούς, τον Ιεγλόμ και τον Κορέ. Αυτοί ήσαν οι υιοί του Ησαύ, οι οποίοι εγεννήθησαν εις την χώραν της Χαναάν.
6 ἔλαβε δὲ ῾Ησαῦ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη ῾Ησαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπό προσώπου ᾿Ιακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ.
6 Επήρεν ο Ησαύ τας γυναίκας του και τους υιούς του και τας θυγατέρας του, όλους τους ανθρώπους του σπιτιού του και όλα τα υπάρχοντά του, όλα τα κτήνη, όλην την κινητήν περιουσίαν του και όλα όσα είχεν αποκτήσει εις την χώραν Χαναάν, και ανεχώρησεν από την γώραν αυτήν και από τον αδελφόν του τον Ιακώβ.
7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν.
7 Ανεχώρησε δε προς άλλην περιοχήν, διότι τα κοπάδια των ζώων, που είχαν οι δύο αδελφοί, ήσαν πολλά και δεν ήτο δυνατόν να μένουν μαζή· δεν επαρκούσεν η περιοχή, όπου έμεναν, να θρέψη αυτούς λόγω του πλήθους των ζώων, που είχαν.
8 κατῴκησε δὲ ῾Ησαῦ ἐν τῷ ὄρει Σηεὶρ (῾Ησαῦ αὐτός ἐστιν ᾿Εδώμ).
8 Κατώκησεν ο Ησαύ στο όρος Σηείρ, ο δε Ησαύ είναι αυτός, που ονομάζεται και Εδώμ.
9 Αὗται δὲ αἱ γενέσεις ῾Ησαῦ πατρὸς ᾿Εδὼμ ἐν τῷ ὄρει Σηείρ,
9 Οι δε απόγονοι του Ησαύ, γενάρχου των Εδωμιτών η Ιδουμαίων, στο όρος Σηείρ, είναι οι εξής·
10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ῾Ησαῦ· ῾Ελιφὰς υἱὸς ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ καὶ Ραγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς ῾Ησαῦ.
10 Αυτά είναι τα ονόματα των υιών Ησαύ· Ο Ελιφάς, ο υιός της Αδάς και ο Ραγουήλ ο υιός της Βασεμάθ.
11 ἐγένοντο δὲ ῾Ελιφὰς υἱοί· Θαιμάν, ῾Ωμάρ, Σωφάρ, Γοθὼμ καὶ Κενέζ·
11 Ο Ελιφάς απέκτησεν υιούς τον Θαιμάν, τον Ωμάρ, τον Σωφάρ, τον Γοθώμ και τον Κενέζ.
12 Θαμνὰ δὲ ἦν παλλακὴ ῾Ελιφὰς τοῦ υἱοῦ ῾Ησαῦ καὶ ἔτεκε τῷ ῾Ελιφὰς τὸν ᾿Αμαλήκ· οὗτοι υἱοὶ ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ.
12 Η Θαμνά ήτο η δευτέρας σειράς σύζυγος του Ελιφάς, υιού της Αδάς, της γυναικός του Ησαύ.
13 οὗτοι δὲ υἱοὶ Ραγουήλ· Ναχόθ, Ζαρέ, Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ.
13 Οι δε υιοί του Ραγουήλ ήσαν· Ο Ναχόθ, ο Ζαρέ, ο Σομέ και ο Μοζέ, έγγονοι της Βασεμάθ, συζύγου του Ησαύ.
14 οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς ῾Ησαῦ· ἔτεκε δὲ τῷ ῾Ησαῦ τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ.
14 Οι δε υιοί της Ολιβεμάς, συζύγου του Ησαύ, θυγατρός Ανά, του υιού του Σεβεγών, ήσαν ο Ιεούς, ο Ιεγλόμ και ο Κορέ.
15 οὗτοι ἡγεμόνες υἱοὶ ῾Ησαῦ· υἱοὶ ῾Ελιφὰς πρωτοτόκου ῾Ησαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν ῾Ωμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ,
15 Αυτοί ήσαν οι απόγονοι του Ησαύ, οι άρχοντες των φυλών, υιοί του Ελιφάς πρωτοτόκου του Ησαύ· Ο φύλαρχος Θαιμάν, ο φύλαρχος Ωμάρ, ο φύλαρχος Σωφάρ, ο φύλαρχος Κενέζ,
16 ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθώμ, ἡγεμὼν ᾿Αμαλήκ· οὗτοι ἡγεμόνες ῾Ελιφὰς ἐν γῇ ᾿Ιδουμαίᾳ· οὗτοι υἱοὶ ᾿Αδᾶς.
16 ο φύλαρχος Κορέ, ο φύλαρχος Γοθώμ ο φύλαρχος Αμαλήκ. Αυτοί ήσαν οι φύλαρχοι του Ελιφάς εις την χώραν των Ιδουμαίων, παιδιά της Αδάς.
17 καὶ οὗτοι υἱοὶ Ραγουὴλ υἱοῦ ῾Ησαῦ· ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ραγουὴλ ἐν γῇ ᾿Εδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ.
17 Οι δε υιοί του Ραγουήλ, υιού του Ησαύ, ήσαν· Ο φύλαρχος Ναχώθ, ο φύλαρχος Ζαρέ, ο φύλαρχος Σομέ, ο φύλαρχος Μοζέ. Αυτοί είναι οι φύλαρχοι του Ραγουήλ εις την γην Εδώμ, έγγονοι της Βασεμάθ, συζύγου του Ησαύ.
18 οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς γυναικὸς ῾Ησαῦ· ἡγεμὼν ᾿Ιεούλ, ἡγεμὼν ᾿Ιεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ γυναικὸς ῾Ησαῦ.
18 Οι δε υιοί της Ολιβεμάς, συζύγου του Ησαύ, ήσαν· Ο φύλαρχος Ιεούλ, ο φύλαρχος Ιεγλόμ, ο φύλαρχος Κορέ. Αυτοί ήσαν φύλαρχοι εκ της Ολιβεμάς, συζύγου του Ησαύ, κόρης του Ανά.
19 οὗτοι υἱοὶ ῾Ησαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ ᾿Εδώμ.
19 Οι ανωτέρω ήσαν υιοί του Ησαύ και αυτοί είναι οι φύλαρχοι τούτων, οι άλλως λεγόμενοι Ιδουμαίοι.
20 Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτά, Σωβάλ, Σεβεγών, ᾿Ανὰ
20 Οι δε κατωτέρω είναι τέκνα του Σείρ, υιού του Χορραίου, ο οποίος κατοικούσεν εις την περιοχήν του όρους Σηείρ· Ο Λωτάν, ο Σωβάλ, ο Σεβεγών, ο Ανά,
21 καὶ Δησὼν καὶ ᾿Ασὰρ καὶ Ρισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ ᾿Εδώμ.
21 ο Δησών, ο Ασάρ και ο Ρισών. Αυτοί είναι φύλαρχοι του Χορραίου, υιού του Σηείρ εις την χώραν της Εδώμ.
22 ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά.
22 Ο δε Λωτάν απέκτησεν υιούς· Τον Χορρί και τον Αιμάν. Αδελφή δε του Λωτάν ήτο η Θαμνά.
23 οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ ῾Ωμάρ.
23 Υιοί δε του Σωβάλ ήσαν· Ο Γωλάμ, ο Μαναχάθ, ο Γαιβήλ, ο Σωφάρ και ο Ωμάρ.
24 καὶ οὗτοι υἱοὶ Σεβεγών· ᾿Αϊέ καὶ ᾿Ανά· οὗτός ἐστιν ᾿Ανά, ὃς εὗρε τὸν ᾿Ιαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ.
24 Υιοί δε του Σεβεγών ήσαν· Ο Αϊέ και ο Ανά. Αυτός δε ο Ανά είναι εκείνος που εύρε τον Ιαμείν εις την έρημον, όταν έβοσκε τα υποζύγια του πατρός του Σεβεγών.
25 οὗτοι δὲ υἱοὶ ᾿Ανά· Δησὼν καὶ ᾿Ολιβεμὰ θυγάτηρ ᾿Ανά.
25 Υιοί δε του Ανά ήσαν· Ο Δησών και η Ολιβεμά, θυγάτηρ του Ανά.
26 οὗτοι δὲ υἱοὶ Δησών· ᾿Αμαδὰ καὶ ᾿Ασβὰν καὶ ᾿Ιθρὰν καὶ Χαρράν.
26 Οι δε υιοί του Δησών ήσαν· Ο 'Αμαδα, ο Ασβάν, ο Ιθράν και ο Χαρράν.
27 οὗτοι δὲ υἱοὶ ᾿Ασάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ ᾿Ιουκάμ.
27 Οι υιοί του Ασάρ ήσαν· Ο Βαλαάμ, ο Ζουκάμ και ο Ιουκάμ.
28 οὗτοι δὲ υἱοὶ Ρισών· ῟Ως καὶ ᾿Αράν.
28 Οι υιοί του Ρισών ήσαν· Ο Ως και ο Αράν.
29 οὗτοι δὲ ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν ᾿Ανά,
29 Οι φύλαρχοι δε του Χορρί ήσαν· Ο φύλαρχος Λωτάν, ο φύλαρχος Σωβάλ, ο φύλαρχος Σεβεγών, ο φύλαρχος Ανά,
30 ἡγεμὼν Δησών, ἡγεμὼν ᾿Ασάρ, ἡγεμὼν Ρισών. οὗτοι ἡγεμόνες Χορρὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ ᾿Εδώμ.
30 ο φύλαρχος Δησών, ο φύλαρχος Ασάρ, ο φύλαρχος Ρισών. Αυτοί είναι φύλαρχοι, απόγονοι του Χορρί, εις τας φυλαρχίας των της χώρας Εδώμ.
31 Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν ᾿Ισραήλ.
31 Οι κατωτέρω είναι βασιλείς, οι οποίοι εβασίλευσαν εις την Ιδουμαίαν, πριν βασιλεύση μεταξύ των Ισραηλιτών απόγονος του Ιακώβ.
32 καὶ ἐβασίλευσεν ἐν ᾿Εδὼμ Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά.
32 Εβασίλευσεν εις την Ιδουμαίαν ο Βαλάκ, ο υιός Βεώρ, και η πόλις του ωνομάσθη Δενναβά.
33 ἀπέθανε δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας.
33 Μετά δε τον θάνατον του Βαλάκ εβασίλευσεν αντ' αυτού ο Ιωβάβ, ο υιός του Ζαρά και της Βοσόρρας.
34 ἀπέθανε δὲ ᾿Ιωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ασὼμ ἐκ τῆς γῆς Θαιμανών.
34 Μετά τον θάνατον του Ιωβάβ εβασιλευσεν αντ' αυτού ο Ασώμ, ο καταγόμενος από την χώραν Θαιμανών.
35 ἀπέθανε δὲ ᾿Ασώμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ.
35 Μετά τον θάνατον του Ασώμ εβασιλευσεν αντ' αυτού ο Αδάδ, υιός του Βαράδ, ο οποίος είχε κατακόψει τους Μαδιανίτας εις την πεδιάδα Μωάβ. Το όνομα της πόλεώς του ήτο Γετθαίμ.
36 ἀπέθανε δὲ ᾿Αδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαδὰ ἐκ Μασεκκᾶς.
36 Μετά τον θάνατον του Αδάδ εβασίλευσεν ο Σαμαδά, ο καταγόμενος εκ της Μασεκκάς.
37 ἀπέθανε δὲ Σαμαδά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν.
37 Μετά τον θάνατον του Σαμαδά, εβασίλεευσεν αντ' αυτού ο Σαούλ, ο οποίος κατήγετε από την Ροωβώθ, την ευριοκομένην πλησίον ποταμού.
38 ἀπέθανε δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ.
38 Μετά τον θάνατον του Σαούλ εβασίλευσεν αντ' αυτού ο Βαλαεννών, υιός του Αχοβώρ.
39 ἀπέθανε δὲ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραΐθ, υἱοῦ Μαιζοώβ.
39 Μετά τον θάνατον του Βαλαεννών, υιού Αχοβώρ εβασίλευσεν αντ' αυτού ο Αράδ, υιός του Βαράδ. Η δε πόλις του ωνομάζετο Φογώρ. Το όνομα της γυναικός του ήτο Μετεβεήλ κόρης του Ματραΐθ, υιού του Μαιζοώβ.
40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων ῾Ησαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν ᾿Ιεθέρ,
40 Αυτά ήσαν τα ονόματα των φυλάρχων, απογόνων του Ησαύ, του καθ' ενός εις την φυλήν και στον τόπον του, εις την χώραν και στον λαόν του. Ο φύλαρχος Θαμνά, ο φύλαρχος Γωλά, ο φύλαρχος Ιεθέρ,
41 ἡγεμὼν ᾿Ολιβεμάς, ἡγεμὼν ῾Ηλάς, ἡγεμὼν Φινών,
41 ο φύλαρχος Ολιβεμάς, ο φύλαρχος Ηλάς, ο φύλαρχος Φινών,
42 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ,
42 ο φύλαρχος Κενέζ, ο φύλαρχος Θαιμάν, ο φύλαρχος Μαζάρ,
43 ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν. οὗτοι ἡγεμόνες ᾿Εδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος ῾Ησαῦ πατὴρ ᾿Εδώμ.
43 ο φύλαρχος Μαγεδιήλ, ο φύλαρχος Ζαφωίν. Αυτοί ήσαν Ιδουμαίοι φύλαρχοι, οι οποίοι κατοικούσαν εις πόλεις οικοδομημένας εις περιοχάς της ιδιοκτησίας των. Ο δε Ησαύ είναι ο γενάρχης των Εδωμιτών, οι οποίοι εκαλούντο και Ιδουμαίοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου